ὁ μὲν δὴ τοῦ Ἀμμωνίου Ἐτεάρχου λόγος ἐς τοῦτό μοι δεδηλώσθω , πλὴν ὅτι ἀπονοστῆσαί τε ἔφασκε τοὺς Νασαμῶνας , ὡς οἱ Κυρηναῖοι ἔλεγον , καὶ ἐς τοὺς οὗτοι ἀπίκοντο ἀνθρώπους , γόητας εἶναι ἅπαντας .
τὸν δὲ δὴ ποταμὸν τοῦτον τὸν παραρρέοντα καὶ Ἐτέαρχος συνεβάλλετο εἶναι Νεῖλον , καὶ δὴ καὶ ὁ λόγος οὕτω αἱρέει . ῥέει γὰρ ἐκ Λιβύης ὁ Νεῖλος καὶ μέσην τάμνων Λιβύην , καὶ ὡς ἐγὼ συμβάλλομαι τοῖσι ἐμφανέσι τὰ μὴ γινωσκόμενα τεκμαιρόμενος , τῷ Ἴστρῳ ἐκ τῶν ἴσων μέτρων ὁρμᾶται . Ἴστρος
τε γὰρ ποταμὸς ἀρξάμενος ἐκ Κελτῶν καὶ Πυρήνης πόλιος ῥέει μέσην σχίζων τὴν Εὐρώπην · οἱ δὲ Κελτοὶ εἰσὶ ἔξω Ἡρακλέων στηλέων , ὁμουρέουσι δὲ Κυνησίοισι , οἳ ἔσχατοι πρὸς δυσμέων οἰκέουσι τῶν ἐν τῇ Εὐρώπῃ κατοικημένων · τελευτᾷ
δὲ ὁ Ἴστρος ἐς θάλασσαν ῥέων τὴν τοῦ Εὐξείνου πόντου διὰ πάσης Εὐρώπης , τῇ Ἰστρίην οἱ Μιλησίων οἰκέουσι ἄποικοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.