γνῶμαι μὲν αὗται συνέστασαν · Κῦρος δὲ μετεὶς τὴν προτέρην γνώμην , τὴν Κροίσου δὲ ἑλόμενος , προηγόρευε Τομύρι ἐξαναχωρέειν ὡς αὐτοῦ διαβησομένου ἐπʼ ἐκείνην . ἣ μὲν δὴ ἐξανεχώρεε κατὰ ὑπέσχετο πρῶτα · Κῦρος δὲ Κροῖσον ἐς τὰς χεῖρας ἐσθεὶς τῷ ἑωυτοῦ παιδὶ Καμβύσῃ , τῷ περ τὴν βασιληίην ἐδίδου , καὶ πολλὰ ἐντειλάμενὸς οἱ τιμᾶν τε αὐτὸν καὶ εὖ ποιέειν , ἢν ἡ διάβασις ἡ ἐπὶ Μασσαγέτας μὴ ὀρθωθῇ , ταῦτα ἐντειλάμενος καὶ ἀποστείλας τούτους ἐς Πέρσας , αὐτὸς διέβαινε τὸν ποταμὸν καὶ ὁ στρατὸς αὐτοῦ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.