καὶ τὴν μὲν Ἰώνων γνώμην ἀπίεμεν , ἡμεῖς δὲ ὧδε καὶ περὶ τούτων λέγομεν , Αἴγυπτον μὲν πᾶσαν εἶναι ταύτην τὴν ὑπʼ Αἰγυπτίων οἰκεομένην κατά περ Κιλικίην τὴν ὑπὸ Κιλίκων καὶ Ἀσσυρίην τὴν ὑπὸ Ἀσσυρίων , οὔρισμα δὲ Ἀσίῃ καὶ Λιβύῃ οἴδαμεν οὐδὲν ἐὸν ὀρθῷ λόγῳ εἰ μὴ τοὺς Αἰγυπτίων οὔρους .
εἰ δὲ τῷ ὑπʼ Ἑλλήνων νενομισμένῳ χρησόμεθα , νομιοῦμεν Αἴγυπτον πᾶσαν ἀρξαμένην ἀπὸ Καταδούπων τε καὶ Ἐλεφαντίνης πόλιος δίχα διαιρέεσθαι καὶ ἀμφοτερέων τῶν ἐπωνυμιέων ἔχεσθαι · τὰ μὲν γὰρ αὐτῆς εἶναι τῆς Λιβύης τὰ δὲ τῆς Ἀσίης . ὁ
γὰρ δὴ Νεῖλος ἀρξάμενος ἐκ τῶν Καταδούπων ῥέει μέσην Αἴγυπτον σχίζων ἐς θάλασσαν . μέχρι μέν νυν Κερκασώρου πόλιος ῥέει εἷς ἐὼν ὁ Νεῖλος , τὸ δὲ ἀπὸ ταύτης τῆς πόλιος σχίζεται τριφασίας ὁδούς . καὶ
ἣ μὲν πρὸς ἠῶ τρέπεται , τὸ καλέεται Πηλούσιον στόμα , ἡ δὲ ἑτέρη τῶν ὁδῶν πρὸς ἑσπέρην ἔχει · τοῦτο δὲ Κανωβικὸν στόμα κέκληται . ἡ δὲ δὴ ἰθέα τῶν ὁδῶν τῷ Νείλῳ ἐστὶ ἥδε · ἄνωθεν φερόμενος ἐς τὸ ὀξὺ τοῦ Δέλτα ἀπικνέεται , τὸ δὲ ἀπὸ τούτου σχίζων μέσον τὸ Δέλτα ἐς θάλασσαν ἐξιεῖ , οὔτε ἐλαχίστην μοῖραν τοῦ ὕδατος παρεχόμενος ταύτην οὔτε ἥκιστα ὀνομαστήν · τὸ καλέεται Σεβεννυτικὸν στόμα . ἔστι
δὲ καὶ ἕτερα διφάσια στόματα ἀπὸ τοῦ Σεβεννυτικοῦ ἀποσχισθέντα , φέροντα ἐς θάλασσαν · τοῖσι οὐνόματα κέεται τάδε , τῷ μὲν Σαϊτικὸν αὐτῶν τῷ δὲ Μενδήσιον . τὸ δὲ
Βολβίτινον στόμα καὶ τὸ Βουκολικὸν οὐκ ἰθαγενέα στόματα ἐστὶ ἀλλʼ ὀρυκτά .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.