οὗτος δὴ ὦν ὁ Κανδαύλης ἠράσθη τῆς ἑωυτοῦ γυναικός , ἐρασθεὶς δὲ ἐνόμιζέ οἱ εἶναι γυναῖκα πολλὸν πασέων καλλίστην . ὥστε δὲ ταῦτα νομίζων , ἦν γάρ οἱ τῶν αἰχμοφόρων Γύγης ὁ Δασκύλου ἀρεσκόμενος μάλιστα , τούτῳ τῷ Γύγῃ καὶ τὰ σπουδαιέστερα τῶν πρηγμάτων ὑπερετίθετο ὁ Κανδαύλης καὶ δὴ καὶ τὸ εἶδος τῆς γυναικὸς ὑπερεπαινέων .
χρόνου δὲ οὐ πολλοῦ διελθόντος (χρῆν γὰρ Κανδαύλῃ γενέσθαι κακῶς ) ἔλεγε πρὸς τὸν Γύγην τοιάδε . Γύγη , οὐ γὰρ σε δοκέω πείθεσθαι μοι λέγοντι περὶ τοῦ εἴδεος τῆς γυναικός (ὦτα γὰρ τυγχάνει ἀνθρώποισι ἐόντα ἀπιστότερα ὀφθαλμῶν) , ποίεε ὅκως ἐκείνην θεήσεαι γυμνήν .
ὃ δʼ ἀμβώσας εἶπε δέσποτα , τίνα λέγεις λόγον οὐκ ὑγιέα , κελεύων με δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνήν ; ἅμα δὲ κιθῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή .
δὲ τὰ καλὰ ἀνθρώποισι ἐξεύρηται , ἐκ τῶν μανθάνειν δεῖ · ἐν τοῖσι ἓν τόδε ἐστί , σκοπέειν τινὰ τὰ ἑωυτοῦ . ἐγὼ δὲ πείθομαι ἐκείνην εἶναι πασέων γυναικῶν καλλίστην , καὶ σέο δέομαι μὴ δέεσθαι ἀνόμων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.