μάντιες δὲ Σκυθέων εἰσὶ πολλοί , οἳ μαντεύονται ῥάβδοισι ἰτεΐνῃσι πολλῇσι ὧδε · ἐπεὰν φακέλους ῥάβδων μεγάλους ἐνείκωνται , θέντες χαμαὶ διεξειλίσσουσι αὐτούς , καὶ ἐπὶ μίαν ἑκάστην ῥάβδον τιθέντες θεσπίζουσι , ἅμα τε λέγοντες ταῦτα συνειλέουσι τὰς ῥάβδους ὀπίσω καὶ αὖτις κατὰ μίαν συντιθεῖσι .
αὕτη μὲν σφι ἡ μαντικὴ πατρωίη ἐστί . οἱ δὲ Ἐνάρεες οἱ ἀνδρόγυνοι τὴν Ἀφροδίτην σφίσι λέγουσι μαντικὴν δοῦναι · φιλύρης δʼ ὦν φλοιῷ μαντεύονται · ἐπεὰν τὴν φιλύρην τρίχα σχίσῃ , διαπλέκων ἐν τοῖσι δακτύλοισι τοῖσι ἑωυτοῦ καὶ διαλύων χρᾷ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.