οἳ δὲ τῷ βασιλέι δεικνύουσι ἑωυτοὺς καὶ τὴν αἰτίην εἶπον διʼ ἣν πεπονθότες εἴησαν . Δαρεῖος δὲ ἀρρωδήσας μὴ κοινῷ λόγῳ οἱ ἓξ πεποιηκότες ἔωσι ταῦτα , μεταπεμπόμενος ἕνα ἕκαστον ἀπεπειρᾶτο γνώμης , εἰ συνέπαινοι εἰσὶ τῷ πεποιημένῳ .
ἐπείτε δὲ ἐξέμαθε ὡς οὐ σὺν κείνοισι εἴη ταῦτα πεποιηκώς , ἔλαβε αὐτόν τε τὸν Ἰνταφρένεα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς οἰκηίους πάντας , ἐλπίδας πολλὰς ἔχων μετὰ τῶν συγγενέων μιν ἐπιβουλεύειν οἱ ἐπανάστασιν , συλλαβὼν δὲ σφέας ἔδησε τὴν ἐπὶ θανάτῳ . ἡ
δὲ γυνὴ τοῦ Ἰνταφρένεος φοιτῶσα ἐπὶ τὰς θύρας τοῦ βασιλέος κλαίεσκε ἂν καὶ ὀδυρέσκετο · ποιεῦσα δὲ αἰεὶ τὠυτὸ τοῦτο τὸν Δαρεῖον ἔπεισε οἰκτεῖραί μιν . πέμψας δὲ ἄγγελον ἔλεγε τάδε · ὦ γύναι , βασιλεύς τοι Δαρεῖος διδοῖ ἕνα τῶν δεδεμένων οἰκηίων ῥύσασθαι τὸν βούλεαι ἐκ πάντων . ἣ
δὲ βουλευσαμένη ὑπεκρίνετο τάδε · εἰ μὲν δή μοι διδοῖ βασιλεὺς ἑνὸς τὴν ψυχήν , αἱρέομαι ἐκ πάντων τὸν ἀδελφεόν . πυθόμενος
δὲ Δαρεῖος ταῦτα καὶ θωμάσας τὸν λόγον , πέμψας ἠγόρευε ὦ γύναι , εἰρωτᾷ σε βασιλεύς , τίνα ἔχουσα γνώμην , τὸν ἄνδρα τε καὶ τὰ τέκνα ἐγκαταλιποῦσα , τὸν ἀδελφεὸν εἵλευ περιεῖναί τοι , ὃς καὶ ἀλλοτριώτερός τοι τῶν παίδων καὶ ἧσσον κεχαρισμένος τοῦ ἀνδρός ἐστι . ἣ
δʼ ἀμείβετο τοῖσιδε . ὦ βασιλεῦ , ἀνὴρ μέν μοι ἂν ἄλλος γένοιτο , εἰ δαίμων ἐθέλοι , καὶ τέκνα ἄλλα , εἰ ταῦτα ἀποβάλοιμι · πατρὸς δὲ καὶ μητρὸς οὐκέτι μευ ζωόντων ἀδελφεὸς ἂν ἄλλος οὐδενὶ τρόπῳ γένοιτο . ταύτῃ τῇ γνώμῃ χρεωμένη ἔλεξα ταῦτα . εὖ
τε δὴ ἔδοξε τῷ Δαρείῳ εἰπεῖν ἡ γυνή , καί οἱ ἀπῆκε τοῦτόν τε τὸν παραιτέετο καὶ τῶν παίδων τὸν πρεσβύτατον , ἡσθεὶς αὐτῇ , τοὺς δὲ ἄλλους ἀπέκτεινε πάντας . τῶν μὲν δὴ ἑπτὰ εἷς αὐτίκα τρόπῳ τῷ εἰρημένῳ ἀπολώλεε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.