οἱ δʼ ἀμφὶ Ξέρξην ἐπισχόντες ὀλίγας ἡμέρας μετὰ τὴν ναυμαχίην ἐξήλαυνον ἐς Βοιωτοὺς τὴν αὐτὴν ὁδόν . ἔδοξε γὰρ Μαρδονίῳ ἅμα μὲν προπέμψαι βασιλέα , ἅμα δὲ ἀνωρίη εἶναι τοῦ ἔτεος πολεμέειν , χειμερίσαι τε ἄμεινον εἶναι ἐν Θεσσαλίῃ , καὶ ἔπειτα ἅμα τῷ ἔαρι πειρᾶσθαι τῆς Πελοποννήσου .
ὡς δὲ ἀπίκατο ἐς τὴν Θεσσαλίην , ἐνθαῦτα Μαρδόνιος ἐξελέγετο πρώτους μὲν τοὺς Πέρσας πάντας τοὺς ἀθανάτους καλεομένους , πλὴν Ὑδάρνεος τοῦ στρατηγοῦ (οὗτος γὰρ οὐκ ἔφη λείψεσθαι βασιλέος) , μετὰ δὲ τῶν ἄλλων Περσέων τοὺς θωρηκοφόρους καὶ τὴν ἵππον τὴν χιλίην , καὶ Μήδους τε καὶ Σάκας καὶ Βακτρίους τε καὶ Ἰνδούς , καὶ τὸν πεζὸν καὶ τὴν ἄλλην ἵππον . ταῦτα
μὲν ἔθνεα ὅλα εἵλετο , ἐκ δὲ τῶν ἄλλων συμμάχων ἐξελέγετο κατʼ ὀλίγους , τοῖσι εἴδεά τε ὑπῆρχε διαλέγων καὶ εἰ τεοῖσι τι χρηστὸν συνῄδεε πεποιημένον · ἓν δὲ πλεῖστον ἔθνος Πέρσας αἱρέετο , ἄνδρας στρεπτοφόρους τε καὶ ψελιοφόρους , ἐπὶ δὲ Μήδους · οὗτοι δὲ τὸ πλῆθος μὲν οὐκ ἐλάσσονες ἦσαν τῶν Περσέων , ῥώμῃ δὲ ἥσσονες . ὥστε σύμπαντας τριήκοντα μυριάδας γενέσθαι σὺν ἱππεῦσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.