δυσχείμερος δὲ αὕτη ἡ καταλεχθεῖσα πᾶσα χώρη οὕτω δή τι ἐστί , ἔνθα τοὺς μὲν ὀκτὼ τῶν μηνῶν ἀφόρητος οἷος γίνεται κρυμός , ἐν τοῖσι ὕδωρ ἐκχέας πηλὸν οὐ ποιήσεις , πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν · δὲ θάλασσα πήγνυται καὶ ὁ Βόσπορος πᾶς ὁ Κιμμέριος , καὶ ἐπὶ τοῦ κρυστάλλου οἱ ἐντὸς τάφρου Σκύθαι κατοικημένοι στρατεύονται καὶ τὰς ἁμάξας ἐπελαύνουσι πέρην ἐς τοὺς Σίνδους . οὕτω
μὲν δὴ τοὺς ὀκτὼ μῆνας διατελέει χειμὼν ἐών , τοὺς δʼ ἐπιλοίπους τέσσερας ψύχεα αὐτόθι ἐστί . κεχώρισται δὲ οὗτος ὁ χειμὼν τοὺς τρόπους πᾶσι τοῖσι ἐν ἄλλοισι χωρίοισι γινομένοισι χειμῶσι , ἐν τῷ τὴν μὲν ὡραίην οὐκ ὕει λόγου ἄξιον οὐδέν , τὸ δὲ θέρος ὕων οὐκ ἀνιεῖ · βρονταί
τε ἦμος τῇ ἄλλῃ γίνονται , τηνικαῦτα μὲν οὐ γίνονται , θέρεος δὲ ἀμφιλαφέες · ἢν δὲ χειμῶνος βροντὴ γένηται , ὡς τέρας νενόμισται θωμάζεσθαι . ὣς δὲ καὶ ἢν σεισμὸς γένηται ἤν τε θέρεος ἤν τε χειμῶνος ἐν τῇ Σκυθικῇ , τέρας νενόμισται . ἵπποι
δὲ ἀνεχόμενοι φέρουσι τὸν χειμῶνα τοῦτον , ἡμίονοι δὲ οὐδὲ ὄνοι οὐκ ἀνέχονται ἀρχήν · τῇ δὲ ἄλλῃ ἵπποι μὲν ἐν κρυμῷ ἑστεῶτες ἀποσφακελίζουσι , ὄνοι δὲ καὶ ἡμίονοι ἀνέχονται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.