ὅσον μέν νυν ἕκαστοι παρεῖχον πλῆθος ἐς ἀριθμόν , οὐκ ἔχω εἰπεῖν τὸ ἀτρεκές · οὐ γὰρ λέγεται πρὸς οὐδαμῶν ἀνθρώπων · σύμπαντος δὲ τοῦ στρατοῦ τοῦ πεζοῦ τὸ πλῆθος ἐφάνη ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες .
ἐξηρίθμησαν δὲ τόνδε τὸν τρόπον · συνήγαγόν τε ἐς ἕνα χῶρον μυριάδα ἀνθρώπων , καὶ συννάξαντες ταύτην ὡς μάλιστα εἶχον περιέγραψαν ἔξωθεν κύκλον · περιγράψαντες δὲ καὶ ἀπέντες τοὺς μυρίους αἱμασιὴν περιέβαλον κατὰ τὸν κύκλον , ὕψος ἀνήκουσαν ἀνδρὶ ἐς τὸν ὀμφαλόν · ταύτην
δὲ ποιήσαντες ἄλλους ἐσεβίβαζον ἐς τὸ περιοικοδομημένον , μέχρι οὗ πάντας τούτῳ τῷ τρόπῳ ἐξηρίθμησαν . ἀριθμήσαντες δὲ κατὰ ἔθνεα διέτασσον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.