ὡς δὲ διέβησαν πάντες , ἐς ὁδὸν ὁρμημένοισι τέρας σφι ἐφάνη μέγα , τὸ Ξέρξης ἐν οὐδενὶ λόγῳ ἐποιήσατο καίπερ εὐσύμβλητον ἐόν · ἵππος γὰρ ἔτεκε λαγόν . εὐσύμβλητον ὦν τῇδε τοῦτο ἐγένετο , ὅτι ἔμελλε μὲν ἐλᾶν στρατιὴν ἐπὶ τὴν Ἑλλάδα Ξέρξης ἀγαυρότατα καὶ μεγαλοπρεπέστατα , ὀπίσω δὲ περὶ ἑωυτοῦ τρέχων ἥξειν ἐς τὸν αὐτὸν χῶρον . ἐγένετο δὲ καὶ ἕτερον αὐτῷ τέρας ἐόντι ἐν Σάρδισι ·
ἡμίονος γὰρ ἔτεκε ἡμίονον διξὰ ἔχουσαν αἰδοῖα , τὰ μὲν ἔρσενος τὰ δὲ θηλέης · κατύπερθε δὲ ἦν τὰ τοῦ ἔρσενος . τῶν ἀμφοτέρων λόγον οὐδένα ποιησάμενος τὸ πρόσω ἐπορεύετο , σὺν δέ οἱ ὁ πεζὸς στρατός .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.