ἀπικόμενος δὲ ἐς Σάρδις πρῶτα μὲν ἀπέπεμπε κήρυκας ἐς τὴν Ἑλλάδα αἰτήσοντας γῆν τε καὶ ὕδωρ καὶ προερέοντας δεῖπνα βασιλέι παρασκευάζειν · πλὴν οὔτε ἐς Ἀθήνας οὔτε ἐς Λακεδαίμονα ἀπέπεμπε ἐπὶ γῆς αἴτησιν , τῇ δὲ ἄλλῃ πάντῃ . τῶνδε δὲ εἵνεκα τὸ δεύτερον ἀπέπεμπε ἐπὶ γῆν τε καὶ ὕδωρ · ὅσοι πρότερον οὐκ ἔδοσαν Δαρείῳ πέμψαντι , τούτους πάγχυ ἐδόκεε τότε δείσαντας δώσειν · βουλόμενος ὦν αὐτὸ τοῦτο ἐκμαθεῖν ἀκριβέως ἔπεμπε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.