συνέπεμπε δὲ τοῖσι παισὶ φύλακον Ἑρμότιμον , γένος μὲν ἐόντα Πηδασέα , φερόμενον δὲ οὐ τὰ δεύτερα τῶν εὐνούχων παρὰ βασιλέι · οἱ δὲ Πηδασέες οἰκέουσι ὑπὲρ Ἁλικαρνησσοῦ · ἐν δὲ τοῖσι Πηδάσοισι τούτοισι τοιόνδε συμφέρεται πρῆγμα γίνεσθαι · ἐπεὰν τοῖσι ἀμφικτυόσι πᾶσι τοῖσι ἀμφὶ ταύτης οἰκέουσι τῆς πόλιος μέλλῃ τι ἐντὸς χρόνου ἔσεσθαι χαλεπόν , τότε ἡ ἱρείη αὐτόθι τῆς Ἀθηναίης φύει πώγωνα μέγαν . τοῦτο δέ σφι δὶς ἤδη ἐγένετο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.