οἳ δὲ ἐπεὶ ταῦτα ἤκουσαν , αὐτίκα εἵποντο ἐς τὰς φυλακάς · ἀπικομένοισι δὲ ἔλεγε Ἀλέξανδρος τάδε . ἄνδρες Ἀθηναῖοι , παραθήκην ὑμῖν τὰ ἔπεα τάδε τίθεμαι , ἀπόρρητα ποιεύμενος πρὸς μηδένα λέγειν ὑμέας ἄλλον ἢ Παυσανίην , μή με καὶ διαφθείρητε · οὐ γὰρ ἂν ἔλεγον , εἰ μὴ μεγάλως ἐκηδόμην συναπάσης τῆς Ἑλλάδος .
αὐτός τε γὰρ Ἕλλην γένος εἰμὶ τὠρχαῖον καὶ ἀντʼ ἐλευθέρης δεδουλωμένην οὐκ ἂν ἐθέλοιμι ὁρᾶν τὴν Ἑλλάδα . λέγω δὲ ὦν ὅτι Μαρδονίῳ τε καὶ τῇ στρατιῇ τὰ σφάγια οὐ δύναται καταθύμια γενέσθαι · πάλαι γὰρ ἂν ἐμάχεσθε . νῦν δέ οἱ δέδοκται τὰ μὲν σφάγια ἐᾶν χαίρειν , ἅμʼ ἡμέρῃ δὲ διαφωσκούσῃ συμβολὴν ποιέεσθαι · καταρρώδηκε γὰρ μὴ πλεῦνες συλλεχθῆτε , ὡς ἐγὼ εἰκάζω . πρὸς ταῦτα ἑτοιμάζεσθε . ἢν δὲ ἄρα ὑπερβάληται τὴν συμβολὴν Μαρδόνιος καὶ μὴ ποιέηται , λιπαρέετε μένοντες · ὀλιγέων γάρ σφι ἡμερέων λείπεται σιτία .
ἢν δὲ ὑμῖν ὁ πόλεμος ὅδε κατὰ νόον τελευτήσῃ , μνησθῆναι τινὰ χρὴ καὶ ἐμεῦ ἐλευθερώσιος πέρι , ὃς Ἑλλήνων εἵνεκα οὕτω ἔργον παράβολον ἔργασμαι ὑπὸ προθυμίης , ἐθέλων ὑμῖν δηλῶσαι τὴν διάνοιαν τὴν Μαρδονίου , ἵνα μὴ ἐπιπέσωσι ὑμῖν ἐξαίφνης οἱ βάρβαροι μὴ προσδεκομένοισί κω . εἰμὶ δὲ Ἀλέξανδρος ὁ Μακεδών . ὃ μὲν ταῦτα εἴπας ἀπήλαυνε ὀπίσω ἐς τὸ στρατόπεδον καὶ τὴν ἑωυτοῦ τάξιν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.