τοῖσι δὲ Ἕλλησι ὡς πιστὰ δὴ τὰ λεγόμενα ἦν τῶν Τηνίων ῥήματα , παρεσκευάζοντο ὡς ναυμαχήσοντες . ἠώς τε διέφαινε καὶ οἳ σύλλογον τῶν ἐπιβατέων ποιησάμενοι , προηγόρευε εὖ ἔχοντα μὲν ἐκ πάντων Θεμιστοκλέης , τὰ δὲ ἔπεα ἦν πάντα κρέσσω τοῖσι ἥσσοσι ἀντιτιθέμενα , ὅσα δὴ ἐν ἀνθρώπου φύσι καὶ καταστάσι ἐγγίνεται ·
παραινέσας δὲ τούτων τὰ κρέσσω αἱρέεσθαι καὶ καταπλέξας τὴν ῥῆσιν , ἐσβαίνειν ἐκέλευε ἐς τὰς νέας . καὶ οὗτοι μὲν δὴ ἐσέβαινον , καὶ ἧκε ἡ ἀπʼ Αἰγίνης τριήρης , ἣ κατὰ τοὺς Αἰακίδας ἀπεδήμησε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.