ταῦτα μὲν τῶν ἐθνέων τὰ μέγιστα ὠνόμασται τῶν ὑπὸ Μαρδονίου ταχθέντων , τά περ ἐπιφανέστατά τε ἦν καὶ λόγου πλείστου · ἐνῆσαν δὲ καὶ ἄλλων ἐθνέων ἄνδρες ἀναμεμιγμένοι , Φρυγῶν τε καὶ Θρηίκων καὶ Μυσῶν τε καὶ Παιόνων καὶ τῶν ἄλλων , ἐν δὲ καὶ Αἰθιόπων τε καὶ Αἰγυπτίων οἵ τε Ἑρμοτύβιες καὶ οἱ Καλασίριες καλεόμενοι μαχαιροφόροι , οἵ περ εἰσὶ Αἰγυπτίων μοῦνοι μάχιμοι .
τούτους δὲ ἔτι ἐν Φαλήρῳ ἐὼν ἀπὸ τῶν νεῶν ἀπεβιβάσατο ἐόντας ἐπιβάτας · οὐ γὰρ ἐτάχθησαν ἐς τὸν πεζὸν τὸν ἅμα Ξέρξῃ ἀπικόμενον ἐς Ἀθήνας Αἰγύπτιοι . τῶν μὲν δὴ βαρβάρων ἦσαν τριήκοντα μυριάδες , ὡς καὶ πρότερον δεδήλωται · τῶν δὲ Ἑλλήνων τῶν Μαρδονίου συμμάχων οἶδε μὲν οὐδεὶς ἀριθμόν · οὐ γὰρ ὦν ἠριθμήθησαν · ὡς δὲ ἐπεικάσαι , ἐς πέντε μυριάδας συλλεγῆναι εἰκάζω . οὗτοι οἱ παραταχθέντες πεζοὶ ἦσαν , ἡ δὲ ἵππος χωρὶς ἐτέτακτο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.