τάδε δʼ ἐς τοὺς ἄλλους Πέρσας ἐξεμάνη . λέγεται γὰρ εἰπεῖν αὐτὸν πρὸς Πρηξάσπεα , τὸν ἐτίμα τε μάλιστα καί οἱ τὰς ἀγγελίας ἐφόρεε οὗτος , τούτου τε ὁ παῖς οἰνοχόος ἦν τῷ Καμβύσῃ , τιμὴ δὲ καὶ αὕτη οὐ σμικρή · εἰπεῖν δὲ λέγεται τάδε .
Πρήξασπες , κοῖόν με τινὰ νομίζουσι Πέρσαι εἶναι ἄνδρα τίνας τε λόγους περὶ ἐμέο ποιεῦνται ; τὸν δὲ εἰπεῖν ὦ δέσποτα , τὰ μὲν ἄλλα πάντα μεγάλως ἐπαινέαι , τῇ δὲ φιλοινίῃ σε φασὶ πλεόνως προσκεῖσθαι .
τὸν μὲν δὴ λέγειν ταῦτα περὶ Περσέων , τὸν δὲ θυμωθέντα τοιάδε ἀμείβεσθαι . νῦν ἄρα με φασὶ Πέρσαι οἴνῳ προσκείμενον παραφρονέειν καὶ οὐκ εἶναι νοήμονα · οὐδʼ ἄρα σφέων οἱ πρότεροι λόγοι ἦσαν ἀληθέες .
πρότερον γὰρ δὴ ἄρα , Περσέων οἱ συνέδρων ἐόντων καὶ Κροίσου , εἴρετο Καμβύσης κοῖός τις δοκέοι ἀνὴρ εἶναι πρὸς τὸν πατέρα τελέσαι Κῦρον , οἳ δὲ ἀμείβοντο ὡς εἴη ἀμείνων τοῦ πατρός · τά τε γὰρ ἐκείνου πάντα ἔχειν αὐτὸν καὶ προσεκτῆσθαι Αἴγυπτόν τε καὶ τὴν θάλασσαν .
Πέρσαι μὲν ταῦτα ἔλεγον , Κροῖσος δὲ παρεών τε καὶ οὐκ ἀρεσκόμενος τῇ κρίσι εἶπε πρὸς τὸν Καμβύσεα τάδε . ἐμοὶ μέν νυν , ὦ παῖ Κύρου , οὐ δοκέεις ὅμοιος εἶναι τῷ πατρί · οὐ γάρ κώ τοι ἐστὶ υἱὸς οἷον σε ἐκεῖνος κατελίπετο . ἥσθη τε ταῦτα ἀκούσας ὁ Καμβύσης καὶ ἐπαίνεε τὴν Κροίσου κρίσιν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.