μετὰ δὲ ταῦτα Κυαξάρης μέν , βασιλεύσας τεσσεράκοντα ἔτεα σὺν τοῖσι Σκύθαι ἦρξαν , τελευτᾷ , ἐκδέκεται δὲ Ἀστυάγης Κυαξάρεω παῖς τὴν βασιληίην .
Καὶ οἱ ἐγένετο θυγάτηρ τῇ οὔνομα ἔθετο Μανδάνην · τὴν ἐδόκεε Ἀστυάγης ἐν τῷ ὕπνῳ οὐρῆσαι τοσοῦτον ὥστε πλῆσαι μὲν τὴν ἑωυτοῦ πόλιν , ἐπικατακλύσαι δὲ καὶ τὴν Ἀσίην πᾶσαν . ὑπερθέμενος δὲ τῶν Μάγων τοῖσι ὀνειροπόλοισι τὸ ἐνύπνιον , ἐφοβήθη παρʼ αὐτῶν αὐτὰ ἕκαστα μαθών .
μετὰ δὲ τὴν Μανδάνην ταύτην ἐοῦσαν ἤδη ἀνδρὸς ὡραίην Μήδων μὲν τῶν ἑωυτοῦ ἀξίων οὐδενὶ διδοῖ γυναῖκα , δεδοικὼς τὴν ὄψιν · ὁ δὲ Πέρσῃ διδοῖ τῷ οὔνομα ἦν Καμβύσης , τὸν εὕρισκε οἰκίης μὲν ἐόντα ἀγαθῆς τρόπου δὲ ἡσυχίου , πολλῷ ἔνερθε ἄγων αὐτὸν μέσου ἀνδρὸς Μήδου .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.