ἐντυγχάνοντες δʼ ἀλλήλοισι ἐν τῇσι ὁδοῖσι , τῷδε ἄν τις διαγνοίη εἰ ὅμοιοί εἰσὶ οἱ συντυγχάνοντες · ἀντὶ γὰρ τοῦ προσαγορεύειν ἀλλήλους φιλέουσι τοῖσι στόμασι · ἢν δὲ ᾖ οὕτερος ὑποδεέστερος ὀλίγῳ , τὰς παρειὰς φιλέονται · ἢν δὲ πολλῷ ᾖ οὕτερος ἀγεννέστερος , προσπίπτων προσκυνέει τὸν ἕτερον .
τιμῶσι δὲ ἐκ πάντων τοὺς ἄγχιστα ἑωυτῶν οἰκέοντας μετά γε ἑωυτούς , δευτέρα δὲ τοὺς δευτέρους · μετὰ δὲ κατὰ λόγον προβαίνοντες τιμῶσι · ἥκιστα δὲ τοὺς ἑωυτῶν ἑκαστάτω οἰκημένους ἐν τιμῇ ἄγονται , νομίζοντες ἑωυτοὺς εἶναι ἀνθρώπων μακρῷ τὰ πάντα ἀρίστους , τοὺς δὲ ἄλλους κατὰ λόγον τῆς ἀρετῆς ἀντέχεσθαι , τοὺς δὲ ἑκαστάτω οἰκέοντας ἀπὸ ἑωυτῶν κακίστους εἶναι . ἐπὶ
δὲ Μήδων ἀρχὸν τῶν καὶ ἦρχε τὰ ἔθνεα ἀλλήλων , συναπάντων μὲν Μῆδοι καὶ τῶν ἄγχιστα οἰκεόντων σφίσι , οὗτοι δὲ καὶ τῶν ὁμούρων , οἳ δὲ μάλα τῶν ἐχομένων , κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ οἱ Πέρσαι τιμῶσι · προέβαινε γὰρ δὴ τὸ ἔθνος ἄρχον τε καὶ ἐπιτροπεῦον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.