ὡς δὲ ταῦτα σφι ἔδοξε , καταλυσάμενοι τὰς ἔχθρας πρῶτα μὲν κατασκόπους πέμπουσι ἐς τὴν Ἀσίην ἄνδρας τρεῖς . οἳ δὲ ἀπικόμενοί τε ἐς Ξάρδις καὶ καταμαθόντες τὴν βασιλέος στρατιήν , ὡς ἐπάιστοι ἐγένοντο , βασανισθέντες ὑπὸ τῶν στρατηγῶν τοῦ πεζοῦ στρατοῦ ἀπήγοντο ὡς ἀπολεόμενοι .
καὶ τοῖσι μὲν κατεκέκριτο θάνατος , Ξέρξης δὲ ὡς ἐπύθετο ταῦτα , μεμφθεὶς τῶν στρατηγῶν τὴν γνώμην πέμπει τῶν τινας δορυφόρων , ἐντειλάμενος , ἢν καταλάβωσι τοὺς κατασκόπους ζῶντας , ἄγειν παρʼ ἑωυτόν . ὡς
δὲ ἔτι περιεόντας αὐτοὺς κατέλαβον καὶ ἦγον ἐς ὄψιν τὴν βασιλέος , τὸ ἐνθεῦτεν πυθόμενος ἐπʼ οἷσι ἦλθον , ἐκέλευε σφέας τοὺς δορυφόρους περιάγοντας ἐπιδείκνυσθαι πάντα τε τὸν πεζὸν στρατὸν καὶ τὴν ἵππον , ἐπεὰν δὲ ταῦτα θηεύμενοι ἔωσι πλήρεες , ἀποπέμπειν ἐς τὴν ἂν αὐτοὶ ἐθέλωσι χώρην ἀσινέας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.