ταῦτα δὲ λέγων οὗτος ἐμιμέετο Μελάμποδα , ὡς εἰκάσαι βασιληίην τε καὶ πολιτηίην αἰτεομένους . καὶ γὰρ δὴ καὶ Μελάμπους τῶν ἐν Ἄργεϊ γυναικῶν μανεισέων , ὥς μιν οἱ Ἀργεῖοι ἐμισθοῦντο ἐκ Πύλου παῦσαι τὰς σφετέρας γυναῖκας τῆς νούσου , μισθὸν προετείνατο τῆς βασιληίης τὸ ἥμισυ .
οὐκ ἀνασχομένων δὲ τῶν Ἀργείων ἀλλʼ ἀπιόντων , ὡς ἐμαίνοντο πλεῦνες τῶν γυναικῶν , οὕτω δὴ ὑποστάντες τὰ ὁ Μελάμπους προετείνατο ἤισαν δώσοντές οἱ ταῦτα . ὁ δὲ ἐνθαῦτα δὴ ἐπορέγεται ὁρέων αὐτοὺς τετραμμένους , φάς , ἢν μὴ καὶ τῷ ἀδελφεῷ Βίαντι μεταδῶσι τὸ τριτημόριον τῆς βασιληίης , οὐ ποιήσειν τὰ βούλονται . οἱ δὲ Ἀργεῖοι ἀπειληθέντες ἐς στεινὸν καταινέουσι καὶ ταῦτα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.