οἱ γὰρ ὦν Νάξιοι οὐδὲν πάντως προσεδέκοντο ἐπὶ σφέας τὸν στόλον τοῦτον ὁρμήσεσθαι . ἐπεὶ μέντοι ἐπύθοντο , αὐτίκα μὲν ἐσηνείκαντο τὰ ἐκ τῶν ἀγρῶν ἐς τὸ τεῖχος , παρεσκευάσαντο δὲ ὡς πολιορκησόμενοι καὶ σῖτα καὶ ποτά , καὶ τὸ τεῖχος ἐσάξαντο .
καὶ οὗτοι μὲν παρεσκευάζοντο ὡς παρεσομένου σφι πολέμου · οἳ δʼ ἐπείτε διέβαλον ἐκ τῆς Χίου τὰς νέας ἐς τὴν Νάξον , πρὸς πεφραγμένους προσεφέροντο καὶ ἐπολιόρκεον μῆνας τέσσερας . ὡς
δὲ τά τε ἔχοντες ἦλθον χρήματα οἱ Πέρσαι , ταῦτα κατεδεδαπάνητό σφι , καὶ αὐτῷ τῷ Ἀρισταγόρῃ προσαναισίμωτο πολλά , τοῦ πλεῦνός τε ἐδέετο ἡ πολιορκίη , ἐνθαῦτα τείχεα τοῖσι φυγάσι τῶν Ναξίων οἰκοδομήσαντες ἀπαλλάσσοντο ἐς τὴν ἤπειρον κακῶς πρήσσοντες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.