καὶ ἡ Ἄμηστρις πυνθάνεταί μιν ἔχουσαν · μαθοῦσα δὲ τὸ ποιεύμενον τῇ μὲν γυναικὶ ταύτῃ οὐκ εἶχε ἔγκοτον , ἣ δὲ ἐλπίζουσα τὴν μητέρα αὐτῆς εἶναι αἰτίην καὶ ταῦτα ἐκείνην πρήσσειν , τῇ Μασίστεω γυναικὶ ἐβούλευε ὄλεθρον .
φυλάξασα δὲ τὸν ἄνδρα τὸν ἑωυτῆς Ξέρξην βασιλήιον δεῖπνον προτιθέμενον · τοῦτο δὲ τὸ δεῖπνον παρασκευάζεται ἅπαξ τοῦ ἐνιαυτοῦ ἡμέρῃ τῇ ἐγένετο βασιλεύς . οὔνομα δὲ τῷ δείπνῳ τούτῳ Περσιστὶ μὲν τυκτά , κατὰ δὲ τὴν Ἑλλήνων γλῶσσαν τέλειον · τότε καὶ τὴν κεφαλὴν σμᾶται μοῦνον βασιλεὺς καὶ Πέρσας δωρέεται · ταύτην δὴ τὴν ἡμέρην φυλάξασα ἡ Ἄμηστρις χρηίζει τοῦ Ξέρξεω δοθῆναί οἱ τὴν Μασίστεω γυναῖκα . ὁ
δὲ δεινόν τε καὶ ἀνάρσιον ἐποιέετο τοῦτο μὲν ἀδελφεοῦ γυναῖκα παραδοῦναι , τοῦτο δὲ ἀναιτίην ἐοῦσαν τοῦ πρήγματος τούτου · συνῆκε γὰρ τοῦ εἵνεκεν ἐδέετο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.