τούτου δὲ τοιούτου γινομένου οἱ τῶν Ἑλλήνων στρατηγοί , ἅτε τοῦ τε ὕδατος στερηθείσης τῆς στρατιῆς καὶ ὑπὸ τῆς ἵππου ταρασσομένης , συνελέχθησαν περὶ αὐτῶν τε τούτων καὶ ἄλλων , ἐλθόντες παρὰ Παυσανίην ἐπὶ τὸ δεξιὸν κέρας . ἄλλα γὰρ τούτων τοιούτων ἐόντων μᾶλλον σφέας ἐλύπεε · οὔτε γὰρ σιτία εἶχον ἔτι , οἵ τε σφέων ὀπέωνες ἀποπεμφθέντες ἐς Πελοπόννησον ὡς ἐπισιτιεύμενοι ἀπεκεκληίατο ὑπὸ τῆς ἵππου , οὐ δυνάμενοι ἀπικέσθαι ἐς τὸ στρατόπεδον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.