τότε μὲν δὴ οὕτω οὐδέν δηλώσασα ἡσυχίην εἶχε . ὡς δὲ ἡμέρη τάχιστα ἐγεγόνεε , τῶν οἰκετέων τοὺς μάλιστα ὥρα πιστοὺς ἐόντας ἑωυτῇ , ἑτοίμους ποιησαμένη ἐκάλεε τὸν Γύγεα . ὁ δὲ οὐδὲν δοκέων αὐτήν τῶν πρηχθέντων ἐπίστασθαι ἦλθε καλεόμενος · ἐώθεε γὰρ καὶ πρόσθε , ὅκως ἡ βασίλεια καλέοι , φοιτᾶν .
ὡς δὲ ὁ Γύγης ἀπίκετο , ἔλεγε ἡ γυνὴ τάδε . νῦν τοί δυῶν ὁδῶν παρεουσέων Γύγη δίδωμί αἵρεσιν , ὁκοτέρην βούλεαι τραπέσθαι . ἢ γὰρ Κανδαύλεα ἀποκτείνας ἐμέ τε καὶ τὴν βασιληίην ἔχε τὴν Λυδῶν , ἢ αὐτόν σε αὐτίκα οὕτω ἀποθνήσκειν δεῖ , ὡς ἂν μὴ πάντα πειθόμενος Κανδαύλῃ τοῦ λοιποῦ ἴδῃς τὰ μὴ σε δεῖ .
ἤτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα δεῖ ἀπόλλυσθαι , ἢ σε τὸν ἐμὲ γυμνήν θεησάμενον καὶ ποιήσαντα οὐ νομιζόμενα . ὁ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα , μετὰ δὲ ἱκέτευε μὴ μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν . οὔκων
δὴ ἔπειθε , ἀλλʼ ὥρα ἀναγκαίην ἀληθέως προκειμένην ἢ τὸν δεσπότεα ἀπολλύναι ἢ αὐτὸν ὑπʼ ἄλλων ἀπόλλυσθαι · αἱρέεται αὐτὸς περιεῖναι . ἐπειρώτα δὴ λέγων τάδε . ἐπεί με ἀναγκάζεις δεσπότεα τὸν ἐμὸν κτείνειν οὐκ ἐθέλοντα , φέρε ἀκούσω τέῳ καὶ τρόπῳ ἐπιχειρήσομεν αὐτῷ . ἣ
δὲ ὑπολαβοῦσα ἔφη ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ἡ ὁρμή ἔσται ὅθεν περ καὶ ἐκεῖνος ἐμέ ἐπεδέξατο γυμνήν , ὑπνωμένῳ δὲ ἡ ἐπιχείρησις ἔσται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.