ταῦτα ἔλεγον οἱ Θεσσαλοί . οἱ δὲ Ἕλληνες πρὸς ταῦτα ἐβουλεύσαντο ἐς Θεσσαλίην πέμπειν κατὰ θάλασσαν πεζὸν στρατὸν φυλάξοντα τὴν ἐσβολήν . ὡς δὲ συνελέχθη ὁ στρατός , ἔπλεε διʼ Εὐρίπου · ἀπικόμενος δὲ τῆς Ἀχαιίης ἐς Ἄλον , ἀποβὰς ἐπορεύετο ἐς Θεσσαλίην , τὰς νέας αὐτοῦ καταλιπών , καὶ ἀπίκετο ἐς τὰ Τέμπεα ἐς τὴν ἐσβολὴν ἥ περ ἀπὸ Μακεδονίης τῆς κάτω ἐς Θεσσαλίην φέρει παρὰ ποταμὸν Πηνειόν , μεταξὺ δὲ Ὀλύμπου τε ὄρεος ἐόντα καὶ τῆς Ὄσσης .
ἐνθαῦτα ἐστρατοπεδεύοντο τῶν Ἑλλήνων κατὰ μυρίους ὁπλίτας συλλεγέντες , καί σφι προσῆν ἡ Θεσσαλῶν ἵππος · ἐστρατήγεε δὲ Λακεδαιμονίων μὲν Εὐαίνετος ὁ Καρήνου ἐκ τῶν πολεμάρχων ἀραιρημένος , γένεος μέντοι ἐὼν οὐ τοῦ βασιληίου , Ἀθηναίων δὲ Θεμιστοκλέης ὁ Νεοκλέος . ἔμειναν δὲ ὀλίγας ἡμέρας ἐνθαῦτα · ἀπικόμενοι
γὰρ ἄγγελοι παρὰ Ἀλεξάνδρου τοῦ Ἀμύντεω ἀνδρὸς Μακεδόνος συνεβούλευόν σφι ἀπαλλάσσεσθαι μηδὲ μένοντας ἐν τῇ ἐσβολῇ καταπατηθῆναι ὑπὸ τοῦ στρατοῦ τοῦ ἐπιόντος , σημαίνοντες τὸ πλῆθός τε τῆς στρατιῆς καὶ τὰς νέας . ὡς δὲ οὗτοί σφι ταῦτα συνεβούλευον , χρηστὰ γὰρ ἐδόκεον συμβουλεύειν καί σφι εὔνοος ἐφαίνετο ἐὼν ὁ Μακεδών , ἐπείθοντο . δοκέειν
δὲ μοι , ἀρρωδίη ἦν τὸ πεῖθον , ὡς ἐπύθοντο καὶ ἄλλην ἐοῦσαν ἐσβολὴν ἐς Θεσσαλοὺς κατὰ τὴν ἄνω Μακεδονίην διὰ Περραιβῶν κατὰ Γόννον πόλιν , τῇ περ δὴ καὶ ἐσέβαλε ἡ στρατιὴ ἡ Ξέρξεω . καταβάντες δὲ οἱ Ἕλληνες ἐπὶ τὰς νέας ὀπίσω ἐπορεύοντο ἐς τὸν Ἰσθμόν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.