τὴν δὲ Θεσσαλίην λόγος ἐστὶ τὸ παλαιὸν εἶναι λίμνην , ὥστε γε συγκεκληιμένην πάντοθεν ὑπερμήκεσι ὄρεσι . τὰ μὲν γὰρ αὐτῆς πρὸς τὴν ἠῶ ἔχοντα τό τε Πήλιον ὄρος καὶ ἡ Ὄσσα ἀποκληίει συμμίσγοντα τὰς ὑπωρείας ἀλλήλοισι , τὰ δὲ πρὸς βορέω ἀνέμου Ὄλυμπος , τὰ δὲ πρὸς ἑσπέρην Πίνδος , τὰ δὲ πρὸς μεσαμβρίην τε καὶ ἄνεμον νότον ἡ Ὄθρυς · τὸ μέσον δὲ τούτων τῶν λεχθέντων ὀρέων ἡ Θεσσαλίη ἐστὶ ἐοῦσα κοίλη .
ὥστε ὦν ποταμῶν ἐς αὐτὴν καὶ ἄλλων συχνῶν ἐσβαλλόντων , πέντε δὲ τῶν δοκίμων μάλιστα τῶνδε , Πηνειοῦ καὶ Ἀπιδανοῦ καὶ Ὀνοχώνου καὶ Ἐνιπέος καὶ Παμίσου , οἳ μέν νυν ἐς τὸ πεδίον τοῦτο συλλεγόμενοι ἐκ τῶν ὀρέων τῶν περικληιόντων τὴν Θεσσαλίην ὀνομαζόμενοι διʼ ἑνὸς αὐλῶνος καὶ τούτου στεινοῦ ἔκροον ἔχουσι ἐς θάλασσαν , προσυμμίσγοντες τὸ ὕδωρ πάντες ἐς τὠυτό · ἐπεὰν
δὲ συμμιχθέωσι τάχιστα , ἐνθεῦτεν ἤδη ὁ Πηνειὸς τῷ οὐνόματι κατακρατέων ἀνωνύμους τοὺς ἄλλους εἶναι ποιέει . τὸ δὲ παλαιὸν λέγεται , οὐκ ἐόντος κω τοῦ αὐλῶνος καὶ διεκρόου τούτου , τοὺς ποταμοὺς τούτους , καὶ πρὸς τοῖσι ποταμοῖσι τούτοισι τὴν Βοιβηίδα λίμνην , οὔτε ὀνομάζεσθαι κατά περ νῦν ῥέειν τε οὐδὲν ἧσσον ἢ νῦν , ῥέοντας δὲ ποιέειν τὴν Θεσσαλίην πᾶσαν πέλαγος . αὐτοὶ
μέν νυν Θεσσαλοί φασι Ποσειδέωνα ποιῆσαι τὸν αὐλῶνα διʼ οὗ ῥέει ὁ Πηνειός , οἰκότα λέγοντες · ὅστις γὰρ νομίζει Ποσειδέωνα τὴν γῆν σείειν καὶ τὰ διεστεῶτα ὑπὸ σεισμοῦ τοῦ θεοῦ τούτου ἔργα εἶναι , κἂν ἐκεῖνο ἰδὼν φαίη Ποσειδέωνα ποιῆσαι · ἔστι γὰρ σεισμοῦ ἔργον , ὡς ἐμοὶ φαίνεται εἶναι , ἡ διάστασις τῶν ὀρέων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.