μετὰ δὲ ταῦτα Κλεομένεα ἐπάιστον γενόμενον κακοτεχνήσαντα ἐς Δημάρητον δεῖμα ἔλαβε Σπαρτιητέων , καὶ ὑπεξέσχε ἐς Θεσσαλίην . ἐνθεῦτεν δὲ ἀπικόμενος ἐς τὴν Ἀρκαδίην νεώτερα ἔπρησσε πρήγματα , συνιστὰς τοὺς Ἀρκάδας ἐπὶ τῆ Σπάρτῃ , ἄλλους τε ὅρκους προσάγων σφι ἦ μὲν ἕψεσθαι σφέας αὐτῷ τῇ ἂν ἐξηγέηται , καὶ δὴ καὶ ἐς Νώνακριν πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστεῶτας ἀγινέων ἐξορκοῦν τὸ Στυγὸς ὕδωρ .
ἐν δὲ ταύτῃ τῇ πόλι λέγεται εἶναι ὑπὸ τῶν Ἀρκάδων τὸ Στυγὸς ὕδωρ , καὶ δὴ καὶ ἔστι τοιόνδε τι · ὕδωρ ὀλίγον φαινόμενον ἐκ πέτρης στάζει ἐς ἄγκος , τὸ δὲ ἄγκος αἱμασιῆς τις περιθέει κύκλος . ἡ δὲ Νώνακρις , ἐν τῇ ἡ πηγὴ αὕτη τυγχάνει ἐοῦσα , πόλις ἐστὶ τῆς Ἀρκαδίης πρὸς Φενεῷ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.