εἰσὶ δὲ τινὲς νομάδες ἄνθρωποι Σαγάρτιοι καλεόμενοι , ἔθνος μὲν Περσικὸν καὶ φωνῇ , σκευὴν δὲ μεταξὺ ἔχουσι πεποιημένην τῆς τε Περσικῆς καὶ τῆς Πακτυϊκῆς · οἳ παρείχοντο μὲν ἵππον ὀκτακισχιλίην , ὅπλα δὲ οὐ νομίζουσι ἔχειν οὔτε χάλκεα οὔτε σιδήρεα ἔξω ἐγχειριδίων , χρέωνται δὲ σειρῇσι πεπλεγμένῃσι ἐξ ἱμάντων ·
ταύτῃσι πίσυνοι ἔρχονται ἐς πόλεμον . ἡ δὲ μάχη τούτων τῶν ἀνδρῶν ἥδε · ἐπεὰν συμμίσγωσι τοῖσι πολεμίοισι , βάλλουσι τὰς σειρὰς ἐπʼ ἄκρῳ βρόχους ἐχούσας · ὅτευ δʼ ἂν τύχῃ , ἤν τε ἵππου ἤν τε ἀνθρώπου , ἐπʼ ἑωυτὸν ἕλκει · οἳ δὲ ἐν ἕρκεσι ἐμπαλασσόμενοι διαφθείρονται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.