τί δείσαντες ; κοίην πλήθεος συστροφήν ; κοίην δὲ χρημάτων δύναμιν ; τῶν ἐπιστάμεθα μὲν τὴν μάχην , ἐπιστάμεθα δὲ τὴν δύναμιν ἐοῦσαν ἀσθενέα · ἔχομεν δὲ αὐτῶν παῖδας καταστρεψάμενοι , τούτους οἳ ἐν τῇ ἡμετέρῃ κατοικημένοι Ἴωνές τε καὶ Αἰολέες καὶ Δωριέες καλέονται .
ἐπειρήθην δὲ καὶ αὐτὸς ἤδη ἐπελαύνων ἐπὶ τοὺς ἄνδρας τούτους ὑπὸ πατρὸς τοῦ σοῦ κελευσθείς , καί μοι μέχρι Μακεδονίης ἐλάσαντι καὶ ὀλίγον ἀπολιπόντι ἐς αὐτὰς Ἀθήνας ἀπικέσθαι οὐδεὶς ἠντιώθη ἐς μάχην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.