συνεστηκότων δὲ τῶν στρατηγῶν , ἐξ Αἰγίνης διέβη Ἀριστείδης ὁ Λυσιμάχου , ἀνὴρ Ἀθηναῖος μὲν ἐξωστρακισμένος δὲ ὑπὸ τοῦ δήμου · τὸν ἐγὼ νενόμικα , πυνθανόμενος αὐτοῦ τὸν τρόπον , ἄριστον ἄνδρα γενέσθαι ἐν Ἀθήνῃσι καὶ δικαιότατον .
οὗτος ὡνὴρ στὰς ἐπὶ τὸ συνέδριον ἐξεκαλέετο Θεμιστοκλέα , ἐόντα μὲν ἑωυτῷ οὐ φίλον ἐχθρὸν δὲ τὰ μάλιστα · ὑπὸ δὲ μεγάθεος τῶν παρεόντων κακῶν λήθην ἐκείνων ποιεύμενος ἐξεκαλέετο , θέλων αὐτῷ συμμῖξαι · προακηκόεε δὲ ὅτι σπεύδοιεν οἱ ἀπὸ Πελοποννήσου ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμόν . ὡς
δὲ ἐξῆλθέ οἱ Θεμιστοκλέης , ἔλεγε Ἀριστείδης τάδε . ἡμέας στασιάζειν χρεόν ἐστι ἔν τε τῷ ἄλλῳ καιρῷ καὶ δὴ καὶ ἐν τῷδε περὶ τοῦ ὁκότερος ἡμέων πλέω ἀγαθὰ τὴν πατρίδα ἐργάσεται . λέγω
δέ τοι ὅτι ἴσον ἐστὶ πολλά τε καὶ ὀλίγα λέγειν περὶ ἀποπλόου τοῦ ἐνθεῦτεν Πελοποννησίοισι . ἐγὼ γὰρ αὐτόπτης τοι λέγω γενόμενος ὅτι νῦν οὐδʼ ἢν θέλωσι Κορίνθιοί τε καὶ αὐτὸς Εὐρυβιάδης οἷοί τε ἔσονται ἐκπλῶσαι · περιεχόμεθα γὰρ ὑπὸ τῶν πολεμίων κύκλῳ . ἀλλʼ ἐσελθών σφι ταῦτα σήμηνον . ὃ δʼ ἀμείβετο τοῖσιδε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.