οἱ μὲν δὴ τῶν Ἑλλήνων ἄγγελοι τοιαῦτα τῷ Γέλωνι χρηματισάμενοι ἀπέπλεον · Γέλων δὲ πρὸς ταῦτα δείσας μὲν περὶ τοῖσι Ἕλλησι μὴ οὐ δύνωνται τὸν βάρβαρον ὑπερβαλέσθαι , δεινὸν δὲ καὶ οὐκ ἀνασχετὸν ποιησάμενος ἐλθὼν ἐς Πελοπόννησον ἄρχεσθαι ὑπὸ Λακεδαιμονίων ἐὼν Σικελίης τύραννος , ταύτην μὲν τὴν ὁδὸν ἠμέλησε , ὁ δὲ ἄλλης εἴχετο .
ἐπείτε γὰρ τάχιστα ἐπύθετο τὸν Πέρσην διαβεβηκότα τὸν Ἑλλήσποντον , πέμπει πεντηκοντέροισι τρισὶ Κάδμον τὸν Σκύθεω ἄνδρα Κῷον ἐς Δελφούς , ἔχοντα χρήματα πολλὰ καὶ φιλίους λόγους , καραδοκήσοντα τὴν μάχην τῇ πεσέεται , καὶ ἢν μὲν ὁ βάρβαρος νικᾷ , τά τε χρήματα αὐτῷ διδόναι καὶ γῆν τε καὶ ὕδωρ τῶν ἄρχει ὁ Γέλων , ἢν δὲ οἱ Ἕλληνες , ὀπίσω ἀπάγειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.