συνήνεικε δὲ καὶ ἄλλο τι τοιόνδε πρῆγμα γενέσθαι ἐς τὴν ἐπιστράτευσιν ταύτην . ἦν τῶν ἐπικούρων Ἀμάσιος ἀνὴρ γένος μὲν Ἁλικαρνησσεύς , οὔνομα δέ οἱ Φάνης , καὶ γνώμην ἱκανὸς καὶ τὰ πολεμικὰ ἄλκιμος .
οὗτος ὁ Φάνης μεμφόμενός κού τι Ἀμάσι ἐκδιδρήσκει πλοίῳ ἐξ Αἰγύπτου , βουλόμενος Καμβύσῃ ἐλθεῖν ἐς λόγους . οἷα δὲ ἐόντα αὐτὸν ἐν τοῖσι ἐπικούροισι λόγου οὐ σμικροῦ ἐπιστάμενόν τε τὰ περὶ Αἴγυπτον ἀτρεκέστατα , μεταδιώκει ὁ Ἄμασις σπουδὴν ποιεύμενος ἑλεῖν , μεταδιώκει δὲ τῶν εὐνούχων τὸν πιστότατον ἀποστείλας τριήρεϊ κατʼ αὐτόν , ὃς αἱρέει μιν ἐν Λυκίῃ , ἑλὼν δὲ οὐκ ἀνήγαγε ἐς Αἴγυπτον · σοφίῃ γάρ μιν περιῆλθε ὁ Φάνης · καταμεθύσας
γὰρ τοὺς φυλάκους ἀπαλλάσσετο ἐς Πέρσας . ὁρμημένῳ δὲ στρατεύεσθαι Καμβύσῃ ἐπʼ Αἴγυπτον καὶ ἀπορέοντι τὴν ἔλασιν , ὅκως τὴν ἄνυδρον διεκπερᾷ , ἐπελθὼν φράζει μὲν καὶ τὰ ἄλλα τὰ Ἀμάσιος πρήγματα , ἐξηγέεται δὲ καὶ τὴν ἔλασιν , ὧδε παραινέων , πέμψαντα παρὰ τὸν Ἀραβίων βασιλέα δέεσθαι τὴν διέξοδόν οἱ ἀσφαλέα παρασχεῖν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.