ταῦτα μὲν ἀπὸ Περσέων τὰ πρὸς ἑσπέρην τῆς Ἀσίης ἔχοντα ἐστί · τὰ δὲ κατύπερθε Περσέων καὶ Μήδων καὶ Σασπείρων καὶ Κόλχων , τὰ πρὸς ἠῶ τε καὶ ἥλιον ἀνατέλλοντα , ἔνθεν μὲν ἡ Ἐρυθρὴ παρήκει θάλασσα , πρὸς βορέω δὲ ἡ Κασπίη τε θάλασσα καὶ ὁ Ἀράξης ποταμός , ῥέων πρὸς ἥλιον ἀνίσχοντα . μέχρι
δὲ τῆς Ἰνδικῆς οἰκέεται Ἀσίη · τὸ δὲ ἀπὸ ταύτης ἔρημος ἤδη τὸ πρὸς τὴν ἠῶ , οὐδὲ ἔχει οὐδεὶς φράσαι οἷον δή τι ἐστί .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.