ταῦτα μὲν Λακεδαιμόνιοι λέγουσι μοῦνοι Ἑλλήνων · τάδε δὲ κατὰ τὰ λεγόμενα ὑπʼ Ἑλλήνων ἐγὼ γράφω , τούτους τοὺς Δωριέων βασιλέας μέχρι μὲν δὴ Περσέος τοῦ Δανάης , τοῦ θεοῦ ἀπεόντος , καταλεγομένους ὀρθῶς ὑπʼ Ἑλλήνων καὶ ἀποδεικνυμένους ὡς εἰσὶ Ἕλληνες · ἤδη γὰρ τηνικαῦτα ἐς Ἕλληνας οὗτοι ἐτέλεον .
ἔλεξα δὲ μέχρι Περσέος τοῦδε εἵνεκα , ἀλλʼ οὐκ ἀνέκαθεν ἔτι ἔλαβον , ὅτι οὐκ ἔπεστι ἐπωνυμίη Περσέι οὐδεμία πατρὸς θνητοῦ , ὥσπερ Ἡρακλέι Ἀμφιτρύων . ἤδη ὦν ὀρθῷ χρεωμένῳ μέχρι Περσέος ὀρθῶς εἴρηταί μοι · ἀπὸ δὲ Δανάης τῆς Ἀκρισίου καταλέγοντι τοὺς ἄνω αἰεὶ πατέρας αὐτῶν φαινοίατο ἂν ἐόντες οἱ τῶν Δωριέων ἡγεμόνες Αἰγύπτιοι ἰθαγενέες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.