ὑμεῖς δὲ ἐς πᾶσαν ἀρρωδίην τότε ἀπικόμενοι μὴ ὁμολογήσωμεν τῷ Πέρσῃ , ἐπείτε ἐξεμάθετε τὸ ἡμέτερον φρόνημα σαφέως , ὅτι οὐδαμὰ προδώσομεν τὴν Ἑλλάδα , καὶ διότι τεῖχος ὑμῖν διὰ τοῦ Ἰσθμοῦ ἐλαυνόμενον ἐν τέλεϊ ἐστί , καὶ δὴ λόγον οὐδένα τῶν Ἀθηναίων ποιέεσθε , συνθέμενοί τε ἡμῖν τὸν Πέρσην ἀντιώσεσθαι ἐς τὴν Βοιωτίην προδεδώκατε , περιείδετέ τε προεσβαλόντα ἐς τὴν Ἀττικὴν τὸν βάρβαρον .
ἐς μέν νυν τὸ παρεὸν Ἀθηναῖοι ὑμῖν μηνίουσι · οὐ γὰρ ἐποιήσατε ἐπιτηδέως . νῦν δὲ ὅτι τάχος στρατιὴν ἅμα ἡμῖν ἐκέλευσαν ὑμέας ἐκπέμπειν , ὡς ἂν τὸν βάρβαρον δεκώμεθα ἐν τῇ Ἀττικῇ · ἐπειδὴ γὰρ ἡμάρτομεν τῆς Βοιωτίης , τῆς γε ἡμετέρης ἐπιτηδεότατον ἐστὶ μαχέσασθαι τὸ Θριάσιον πεδίον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.