τελευτήσαντος δὲ Ἀλυάττεω ἐξεδέξατο τὴν βασιληίην Κροῖσος ὁ Ἀλυάττεω , ἐτέων ἐὼν ἡλικίην πέντε καὶ τριήκοντα · ὃς δὴ Ἑλλήνων πρώτοισι ἐπεθήκατο Ἐφεσίοισι .
ἔνθα δὴ οἱ Ἐφέσιοι πολιορκεόμενοι ὑπʼ αὐτοῦ ἀνέθεσαν τὴν πόλιν τῇ Ἀρτέμιδι , ἐξάψαντες ἐκ τοῦ νηοῦ σχοινίον ἐς τὸ τεῖχος . ἔστι δὲ μεταξὺ τῆς τε παλαιῆς πόλιος , ἣ τότε ἐπολιορκέετο , καὶ τοῦ νηοῦ ἑπτὰ στάδιοι . πρώτοισι
μὲν δὴ τούτοισι ἐπεχείρησε ὁ Κροῖσος , μετὰ δὲ ἐν μέρεϊ ἑκάστοισι Ἰώνων τε καὶ Αἰολέων , ἄλλοισι ἄλλας αἰτίας ἐπιφέρων , τῶν μὲν ἐδύνατο μέζονας παρευρίσκειν , μέζονα ἐπαιτιώμενος , τοῖσι δὲ αὐτῶν καὶ φαῦλα ἐπιφέρων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.