ἀλλʼ εἰ δὴ δεῖ γε πάντως ἐπὶ τοὺς ἄνδρας τούτους στρατεύεσθαι , φέρε , βασιλεὺς μὲν αὐτὸς ἐν ἤθεσι τοῖσι Περσέων μενέτω , ἡμέων δὲ ἀμφοτέρων παραβαλλομένων τὰ τέκνα , στρατηλάτεε αὐτὸς σὺ ἐπιλεξάμενός τε ἄνδρας τοὺς ἐθέλεις καὶ λαβὼν στρατιὴν ὁκόσην τινὰ βούλεαι .
καὶ ἢν μὲν τῇ σὺ λέγεις ἀναβαίνῃ βασιλέι τὰ πρήγματα , κτεινέσθων οἱ ἐμοὶ παῖδες , πρὸς δὲ αὐτοῖσι καὶ ἐγώ · ἢν δὲ τῇ ἐγὼ προλέγω , οἱ σοὶ ταῦτα πασχόντων , σὺν δέ σφι καὶ σύ , ἢν ἀπονοστήσῃς .
εἰ δὲ ταῦτα μὲν ὑποδύνειν οὐκ ἐθελήσεις , σὺ δὲ πάντως στράτευμα ἀνάξεις ἐπὶ τὴν Ἑλλάδα , ἀκούσεσθαι τινὰ φημὶ τῶν αὐτοῦ τῇδε ὑπολειπομένων Μαρδόνιον , μέγα τι κακὸν ἐξεργασάμενον Πέρσας , ὑπὸ κυνῶν τε καὶ ὀρνίθων διαφορεύμενον ἤ κου ἐν γῇ τῇ Ἀθηναίων ἢ σέ γε ἐν τῇ Λακεδαιμονίων , εἰ μὴ ἄρα καὶ πρότερον κατʼ ὁδόν , γνόντα ἐπʼ οἵους ἄνδρας ἀναγινώσκεις στρατεύεσθαι βασιλέα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.