ἐς τούτους δὴ ὦν τοὺς ἄνδρας ὡς ἀπίκοντο οἱ Ἰχθυοφάγοι , διδόντες τὰ δῶρα τῷ , βασιλέι αὐτῶν ἔλεγον τάδε . βασιλεὺς ὁ Περσέων Καμβύσης , βουλόμενος φίλος καὶ ξεῖνός τοι γενέσθαι , ἡμέας τε ἀπέπεμψε ἐς λόγους τοι ἐλθεῖν κελεύων , καὶ δῶρα ταῦτά τοι διδοῖ τοῖσι καὶ αὐτὸς μάλιστα ἥδεται χρεώμενος .
ὁ δὲ Αἰθίοψ μαθὼν ὅτι κατόπται ἥκοιεν , λέγει πρὸς αὐτοὺς τοιάδε . οὔτε ὁ Περσέων βασιλεὺς δῶρα ὑμέας ἔπεμψε φέροντας προτιμῶν πολλοῦ ἐμοὶ ξεῖνος γενέσθαι , οὔτε ὑμεῖς λέγετε ἀληθέα (ἥκετε γὰρ κατόπται τῆς ἐμῆς ἀρχῆς ) , οὔτε ἐκεῖνος ἀνήρ δίκαιος . εἰ γὰρ ἦν δίκαιος , οὔτʼ ἂν ἐπεθύμησε χώρης ἄλλης ἢ τῆς ἑωυτοῦ , οὔτʼ ἂν ἐς δουλοσύνην ἀνθρώπους ἦγε ὑπʼ ὧν μηδὲν ἠδίκηται . νῦν δὲ αὐτῷ τόξον τόδε διδόντες τάδε ἔπεα λέγετε .
βασιλεὺς ὁ Αἰθιόπων συμβουλεύει τῷ Περσέων βασιλέι , ἐπεὰν οὕτω εὐπετέως ἕλκωσι τὰ τόξα Πέρσαι ἐόντα μεγάθεϊ τοσαῦτα , τότε ἐπʼ Αἰθίοπας τοὺς μακροβίους πλήθεϊ ὑπερβαλλόμενον στρατεύεσθαι · μέχρι δὲ τούτου θεοῖσι εἰδέναι χάριν , οἳ οὐκ ἐπὶ νόον τρέπουσι Αἰθιόπων παισὶ γῆν ἄλλην προσκτᾶσθαι τῇ ἑωυτῶν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.