οἱ δὲ Αἰγύπτιοι , πρὶν μὲν ἢ Ψαμμήτιχον σφέων βασιλεῦσαι , ἐνόμιζον ἑωυτοὺς πρώτους γενέσθαι πάντων ἀνθρώπων · ἐπειδὴ δὲ Ψαμμήτιχος βασιλεύσας ἠθέλησε εἰδέναι οἵτινες γενοίατο πρῶτοι , ἀπὸ τούτου νομίζουσι Φρύγας προτέρους γενέσθαι ἑωυτῶν , τῶν δὲ ἄλλων ἑωυτούς .
Ψαμμήτιχος δὲ ὡς οὐκ ἐδύνατο πυνθανόμενος πόρον οὐδένα τούτου ἀνευρεῖν , οἳ γενοίατο πρῶτοι ἀνθρώπων , ἐπιτεχνᾶται τοιόνδε . παιδία δύο νεογνὰ ἀνθρώπων τῶν ἐπιτυχόντων δίδωσι ποιμένι τρέφειν ἐς τὰ ποίμνια τροφήν τινα τοιήνδε , ἐντειλάμενος μηδένα ἀντίον αὐτῶν μηδεμίαν φωνὴν ἱέναι , ἐν στέγῃ δὲ ἐρήμῃ ἐπʼ ἑωυτῶν κέεσθαι αὐτά , καὶ τὴν ὥρην ἐπαγινέειν σφι αἶγας , πλήσαντα δὲ γάλακτος τἆλλα διαπρήσσεσθαι · ταῦτα
δὲ ἐποίεέ τε καὶ ἐνετέλλετο Ψαμμήτιχος θέλων ἀκοῦσαι τῶν παιδίων , ἀπαλλαχθέντων τῶν ἀσήμων κνυζημάτων , ἥντινα φωνὴν ῥήξουσι πρώτην · τά περ ὦν καὶ ἐγένετο . ὡς γὰρ διέτης χρόνος ἐγεγόνεε ταῦτα τῷ ποιμένι πρήσσοντι , ἀνοίγοντι τὴν θύρην καὶ ἐσιόντι τὰ παιδία ἀμφότερα προσπίπτοντα βεκὸς ἐφώνεον , ὀρέγοντα τὰς χεῖρας . τὰ
μὲν δὴ πρῶτα ἀκούσας ἥσυχος ἦν ὁ ποιμήν · ὡς δὲ πολλάκις φοιτέοντι καὶ ἐπιμελομένῳ πολλὸν ἦν τοῦτο τὸ ἔπος , οὕτω δὴ σημήνας τῷ δεσπότῃ ἤγαγε τὰ παιδία κελεύσαντος ἐς ὄψιν τὴν ἐκείνου . ἀκούσας δὲ καὶ αὐτὸς ὁ Ψαμμήτιχος ἐπυνθάνετο οἵτινες ἀνθρώπων βεκός τι καλέουσι , πυνθανόμενος δὲ εὕρισκε Φρύγας καλέοντας τὸν ἄρτον . οὕτω
συνεχώρησαν Αἰγύπτιοι καὶ τοιούτῳ σταθμησάμενοι πρήγματι τοὺς Φρύγας πρεσβυτέρους εἶναι ἑωυτῶν . ὧδε μὲν γενέσθαι τῶν ἱρέων τοῦ Ἡφαίστου τοῦ ἐν Μέμφι ἤκουον · Ἕλληνες δὲ λέγουσι ἄλλα τε μάταια πολλὰ καὶ ὡς γυναικῶν τὰς γλώσσας ὁ Ψαμμήτιχος ἐκταμὼν τὴν δίαιταν οὕτω ἐποιήσατο τῶν παίδων παρὰ ταύτῃσι τῇσι γυναιξί .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.