Σκύθαι μὲν ὧδε ὕπερ σφέων τε αὐτῶν καὶ τῆς χώρης τῆς κατύπερθε λέγουσι , Ἑλλήνων δὲ οἱ τὸν Πόντον οἰκέοντες ὧδε . Ἡρακλέα ἐλαύνοντα τὰς Γηρυόνεω βοῦς ἀπικέσθαι ἐς γῆν ταύτην ἐοῦσαν ἐρήμην , ἥντινα νῦν Σκύθαι νέμονται .
Γηρυόνεα δὲ οἰκέειν ἔξω τοῦ Πόντου , κατοικημένον τὴν Ἕλληνές λέγουσι Ἐρύθειαν νῆσον τὴν πρὸς Γαδείροισι τοῖσι ἔξω Ἡρακλέων στηλέων ἐπὶ τῷ Ὠκεανῷ . τὸν δὲ Ὠκεανὸν λόγῳ μὲν λέγουσι ἀπὸ ἡλίου ἀνατολέων ἀρξάμενον γῆν περὶ πᾶσαν ῥέειν , ἔργῳ δὲ οὐκ ἀποδεικνῦσι . ἐνθεῦτεν
τόν Ἡρακλέα ἀπικέσθαι ἐς τὴν νῦν Σκυθίην χώρην καλεομένην , καὶ καταλαβεῖν γὰρ αὐτὸν χειμῶνα τε καὶ κρυμὸν , ἐπειρυσάμενον τὴν λεοντέην κατυπνῶσαι , τὰς δὲ οἱ ἵππους τὰς ὑπὸ τοῦ ἅρματος νεμομένας ἐν τούτῳ τῳ χρόνῳ ἀφανισθῆναι θείῃ τύχῃ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.