ἐν ᾧ δὲ οὗτοι ταῦτα ἐβουλεύοντο , ἐγίνετο κατὰ συντυχίην τάδε . τοῖσι Μάγοισι ἔδοξε βουλευομένοισι Πρηξάσπεα φίλον προσθέσθαι , ὅτι τε ἐπεπόνθεε πρὸς Καμβύσεω ἀνάρσια , ὅς οἱ τὸν παῖδα τοξεύσας ἀπολωλέκεε , καὶ διότι μοῦνος ἠπίστατο τὸν Σμέρδιος τοῦ Κύρου θάνατον αὐτοχειρίῃ μιν ἀπολέσας , πρὸς δʼ ἔτι ἐόντα ἐν αἴνῃ μεγίστῃ τὸν Πρηξάσπεα ἐν Πέρσῃσι .
τούτων δή μιν εἵνεκεν καλέσαντες φίλον προσεκτῶντο πίστι τε λαβόντες καὶ ὁρκίοισι , ἦ μὲν ἕξειν παρʼ ἑωυτῷ μηδʼ ἐξοίσειν μηδενὶ ἀνθρώπων τὴν ἀπὸ σφέων ἀπάτην ἐς Πέρσας γεγονυῖαν , ὑπισχνεύμενοι τὰ πάντα οἱ μυρία δώσειν . ὑποσχομένου
δὲ τοῦ Πρηξάσπεος ποιήσειν ταῦτα , ὡς ἀνέπεισάν μιν οἱ Μάγοι , δεύτερα προσέφερον , αὐτοὶ μὲν φάμενοι Πέρσας πάντας συγκαλέειν ὑπὸ τὸ βασιλήιον τεῖχος , κεῖνον δʼ ἐκέλευον ἀναβάντα ἐπὶ πύργον ἀγορεῦσαι ὡς ὑπὸ τοῦ Κύρου Σμέρδιος ἄρχονται καὶ ὑπʼ οὐδενὸς ἄλλου . ταῦτα
δὲ οὕτω ἐνετέλλοντο ὡς πιστοτάτου δῆθεν ἐόντος αὐτοῦ ἐν Πέρσῃσι καὶ πολλάκις ἀποδεξαμένου γνώμην ὡς περιείη ὁ Κύρου Σμέρδις , καὶ ἐξαρνησαμένου τὸν φόνον αὐτοῦ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.