τοῖσι δὲ ἄγειν μέλλουσι τῶν Λυδῶν ταῦτα τὰ δῶρα ἐς τὰ ἱρὰ ἐνετέλλετο ὁ Κροῖσος ἐπειρωτᾶν τὰ χρηστήρια εἰ στρατεύηται ἐπὶ Πέρσας Κροῖσος καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο φίλον ,
ὡς δὲ ἀπικόμενοι ἐς τὰ ἀπεπέμφθησαν , οἱ Λυδοὶ ἀνέθεσαν τὰ ἀναθήματα , ἐχρέωντο τοῖσι χρηστηρίοισι λέγοντες Κροῖσος ὁ Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς , νομίσας τάδε μαντήια εἶναι μοῦνα ἐν ἀνθρώποισι , ὑμῖν τε ἄξια δῶρα ἔδωκε τῶν ἐξευρημάτων , καὶ νῦν ὑμέας ἐπειρωτᾷ εἰ στρατεύηται ἐπὶ Πέρσας καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο σύμμαχον .
οἳ μὲν ταῦτα ἐπειρώτων , τῶν δὲ μαντηίων ἀμφοτέρων ἐς τὠυτὸ αἱ γνῶμαι συνέδραμον , προλέγουσαι Κροίσῳ , ἢν στρατεύηται ἐπὶ Πέρσας , μεγάλην ἀρχὴν μιν καταλύσειν · τοὺς δὲ Ἑλλήνων δυνατωτάτους συνεβούλευόν οἱ ἐξευρόντα φίλους προσθέσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.