καὶ δή σφι μνημόσυνα ἔδοξε λιπέσθαι κοινῇ , δόξαν δέ σφι ἐποιήσαντο λαβύρινθον , ὀλίγον ὑπὲρ τῆς λίμνης τῆς Μοίριος κατὰ Κροκοδείλων καλεομένην πόλιν μάλιστά κῃ κείμενον · τὸν ἐγὼ ἤδη εἶδον λόγου μέζω .
εἰ γάρ τις τὰ ἐξ Ἑλλήνων τείχεά τε καὶ ἔργων ἀπόδεξιν συλλογίσαιτο , ἐλάσσονος πόνου τε ἂν καὶ δαπάνης φανείη ἐόντα τοῦ λαβυρίνθου τούτου . καίτοι ἀξιόλογός γε καὶ ὁ ἐν Ἐφέσῳ ἐστὶ νηὸς καὶ ὁ ἐν Σάμῳ . ἦσαν
μέν νυν καὶ αἱ πυραμίδες λόγου μέζονες , καὶ πολλῶν ἑκάστη αὐτέων Ἑλληνικῶν ἔργων καὶ μεγάλων ἀνταξίη , ὁ δὲ δὴ λαβύρινθος καὶ τὰς πυραμίδας ὑπερβάλλει · τοῦ
γὰρ δυώδεκα μὲν εἰσὶ αὐλαὶ κατάστεγοι , ἀντίπυλοι ἀλλήλῃσι , ἓξ μὲν πρὸς βορέω ἓξ δὲ πρὸς νότον τετραμμέναι , συνεχέες · τοῖχος δὲ ἔξωθεν ὁ αὐτός σφεας περιέργει . οἰκήματα δʼ ἔνεστι διπλᾶ , τὰ μὲν ὑπόγαια τὰ δὲ μετέωρα ἐπʼ ἐκείνοισι , τρισχίλια ἀριθμόν , πεντακοσίων καὶ χιλίων ἑκάτερα . τὰ
μέν νυν μετέωρα τῶν οἰκημάτων αὐτοί τε ὡρῶμεν διεξιόντες καὶ αὐτοὶ θεησάμενοι λέγομεν , τὰ δὲ αὐτῶν ὑπόγαια λόγοισι ἐπυνθανόμεθα · οἱ γὰρ ἐπεστεῶτες τῶν Αἰγυπτίων δεικνύναι αὐτὰ οὐδαμῶς ἤθελον , φάμενοι θήκας αὐτόθι εἶναι τῶν τε ἀρχὴν τὸν λαβύρινθον τοῦτον οἰκοδομησαμένων βασιλέων καὶ τῶν ἱρῶν κροκοδείλων . οὕτω
τῶν μὲν κάτω πέρι οἰκημάτων ἀκοῇ παραλαβόντες λέγομεν , τὰ δὲ ἄνω μέζονα ἀνθρωπηίων ἔργων αὐτοὶ ὡρῶμεν · αἵ τε γὰρ διέξοδοι διὰ τῶν στεγέων καὶ οἱ ἑλιγμοὶ διὰ τῶν αὐλέων ἐόντες ποικιλώτατοι θῶμα μυρίον παρείχοντο ἐξ αὐλῆς τε ἐς τὰ οἰκήματα διεξιοῦσι καὶ ἐκ τῶν οἰκημάτων ἐς παστάδας , ἐς στέγας τε ἄλλας ἐκ τῶν παστάδων καὶ ἐς αὐλὰς ἄλλας ἐκ τῶν οἰκημάτων . ὀροφὴ
δὲ πάντων τούτων λιθίνη κατά περ οἱ τοῖχοι , οἱ δὲ τοῖχοι τύπων ἐγγεγλυμμένων πλέοι , αὐλὴ δὲ ἑκάστη περίστυλος λίθου λευκοῦ ἁρμοσμένου τὰ μάλιστα . τῆς δὲ γωνίης τελευτῶντος τοῦ λαβυρίνθου ἔχεται πυραμὶς τεσσερακοντόργυιος , ἐν τῇ ζῷα μεγάλα ἐγγέγλυπται · ὁδὸς δʼ ἐς αὐτὴν ὑπὸ γῆν πεποίηται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.