Μαρδονίῳ δὲ προθυμεομένῳ μάχης ἄρχειν οὐκ ἐπιτήδεα ἐγίνετο τὰ ἱρά , ἀμυνομένῳ δὲ καὶ τούτῳ καλά . καὶ γὰρ οὗτος Ἑλληνικοῖσι ἱροῖσι ἐχρᾶτο , μάντιν ἔχων Ἡγησίστρατον ἄνδρα Ἠλεῖόν τε καὶ τῶν Τελλιαδέων ἐόντα λογιμώτατον , τὸν δὴ πρότερον τούτων Σπαρτιῆται λαβόντες ἔδησαν ἐπὶ θανάτῳ ὡς πεπονθότες πολλά τε καὶ ἀνάρσια ὑπʼ αὐτοῦ .
ὁ δὲ ἐν τούτῳ τῷ κακῷ ἐχόμενος , ὥστε τρέχων περὶ τῆς ψυχῆς πρό τε τοῦ θανάτου πεισόμενος πολλά τε καὶ λυγρά , ἔργον ἐργάσατο μέζον λόγου . ὡς γὰρ δὴ ἐδέδετο ἐν ξύλῳ σιδηροδέτῳ , ἐσενειχθέντος κως σιδηρίου ἐκράτησε , αὐτίκα δὲ ἐμηχανᾶτο ἀνδρηιότατον ἔργον πάντων τῶν ἡμεῖς ἴδμεν · σταθμησάμενος γὰρ ὅκως ἐξελεύσεταί οἱ τὸ λοιπὸν τοῦ ποδός , ἀπέταμε τὸν ταρσὸν ἑωυτοῦ . ταῦτα
δὲ ποιήσας , ὡς φυλασσόμενος ὑπὸ φυλάκων , διορύξας τὸν τοῖχον ἀπέδρη ἐς Τεγέην , τὰς μὲν νύκτας πορευόμενος , τὰς δὲ ἡμέρας καταδύνων ἐς ὕλην καὶ αὐλιζόμενος , οὕτω ὡς Λακεδαιμονίων πανδημεὶ διζημένων τρίτῃ εὐφρόνῃ γενέσθαι ἐν Τεγέη , τοὺς δὲ ἐν θώματι μεγάλῳ ἐνέχεσθαι τῆς τε τόλμης , ὁρῶντας τὸ ἡμίτομον τοῦ ποδὸς κείμενον , κἀκεῖνον οὐ δυναμένους εὑρεῖν . τότε
μὲν οὕτω διαφυγὼν Λακεδαιμονίους καταφεύγει ἐς Τεγέην ἐοῦσαν οὐκ ἀρθμίην Λακεδαιμονίοισι τοῦτον τὸν χρόνον · ὑγιὴς δὲ γενόμενος καὶ προσποιησάμενος ξύλινον πόδα κατεστήκεε ἐκ τῆς ἰθέης Λακεδαιμονίοισι πολέμιος . οὐ μέντοι ἔς γε τέλος οἱ συνήνεικε τὸ ἔχθος τὸ ἐς Λακεδαιμονίους συγκεκυρημένον · ἥλω γὰρ μαντευόμενος ἐν Ζακύνθῳ ὑπʼ αὐτῶν καὶ ἀπέθανε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.