πυθόμενος δὲ Ἀπρίης ταῦτα πέμπει ἐπʼ αὐτοὺς Ἄμασιν καταπαύσοντα λόγοισι . ὁ δὲ ἐπείτε ἀπικόμενος κατελάμβανε τοὺς Αἰγυπτίους ταῦτα μὴ ποιέειν , λέγοντος αὐτοῦ τῶν τις Αἰγυπτίων ὄπισθε στὰς περιέθηκέ οἱ κυνέην , καὶ περιτιθεὶς ἔφη ἐπὶ βασιληίῃ περιτιθέναι .
καὶ τῷ οὔ κως ἀεκούσιον ἐγίνετο τὸ ποιεύμενον , ὡς διεδείκνυε . ἐπείτε γὰρ ἐστήσαντό μιν βασιλέα τῶν Αἰγυπτίων οἱ ἀπεστεῶτες , παρεσκευάζετο ὡς ἐλῶν ἐπὶ τὸν Ἀπρίην . πυθόμενος
δὲ ταῦτα ὁ Ἀπρίης ἔπεμπε ἐπʼ Ἄμασιν ἄνδρα δόκιμον τῶν περὶ ἑωυτὸν Αἰγυπτίων , τῷ οὔνομα ἦν Πατάρβημις , ἐντειλάμενος αὐτῷ ζῶντα Ἄμασιν ἀγαγεῖν παρʼ ἑωυτόν . ὡς δὲ ἀπικόμενος τὸν Ἄμασιν ἐκάλεε ὁ Πατάρβημις , ὁ Ἄμασις , ἔτυχε γὰρ ἐπʼ ἵππου κατήμενος , ἐπαείρας ἀπεματάισε , καὶ τοῦτό μιν ἐκέλευε Ἀπρίῃ ἀπάγειν . ὅμως
δὲ αὐτὸν ἀξιοῦν τὸν Πατάρβημιν βασιλέος μεταπεμπομένου ἰέναι πρὸς αὐτόν · τὸν δὲ αὐτῷ ὑποκρίνεσθαι ὡς ταῦτα πάλαι παρεσκευάζετο ποιέειν , καὶ αὐτῷ οὐ μέμψεσθαι Ἀπρίην · παρέσεσθαι γὰρ καὶ αὐτὸς καὶ ἄλλους ἄξειν . τὸν
δὲ Πατάρβημιν ἔκ τε τῶν λεγομένων οὐκ ἀγνοέειν τὴν διάνοιαν , καὶ παρασκευαζόμενον ὁρῶντα σπουδῇ ἀπιέναι , βουλόμενον τὴν ταχίστην βασιλέι δηλῶσαι τὰ πρησσόμενα . ὡς δὲ ἀπικέσθαι αὐτὸν πρὸς τὸν Ἀπρίην οὐκ ἄγοντα τὸν Ἄμασιν , οὐδένα λόγον αὐτῷ δόντα ἀλλὰ περιθύμως ἔχοντα περιταμεῖν προστάξαι αὐτοῦ τά τε ὦτα καὶ τὴν ῥῖνα . ἰδόμενοι
δʼ οἱ λοιποὶ τῶν Αἰγυπτίων , οἳ ἔτι τὰ ἐκείνου ἐφρόνεον , ἄνδρα τὸν δοκιμώτατον ἑωυτῶν οὕτω αἰσχρῶς λύμῃ διακείμενον , οὐδένα δὴ χρόνον ἐπισχόντες ἀπιστέατο πρὸς τοὺς ἑτέρους καὶ ἐδίδοσαν σφέας αὐτοὺς Ἀμάσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.