ὁ δὲ ἐπείτε παρέλαβε τὰς Συρηκούσας , Γέλης μὲν ἐπικρατέων λόγον ἐλάσσω ἐποιέετο , ἐπιτρέψας αὐτὴν Ἱέρωνι ἀδελφεῷ ἑωυτοῦ , ὁ δὲ τὰς Συρηκούσας ἐκράτυνε , καὶ ἦσάν οἱ πάντα αἱ Συρήκουσαι ·
αἳ δὲ παραυτίκα ἀνά τʼ ἔδραμον καὶ ἔβλαστον . τοῦτο μὲν γὰρ Καμαριναίους ἅπαντας ἐς τὰς Συρηκούσας ἀγαγὼν πολιήτας ἐποίησε , Καμαρίνης δὲ τὸ ἄστυ κατέσκαψε , τοῦτο δὲ Γελῴων ὑπερημίσεας τῶν ἀστῶν τὠυτὸ τοῖσι Καμαριναίοισι ἐποίησε · Μεγαρέας τε τοὺς ἐν Σικελίῃ , ὡς πολιορκεόμενοι ἐς ὁμολογίην προσεχώρησαν , τοὺς μὲν αὐτῶν παχέας , ἀειραμένους τε πόλεμον αὐτῷ καὶ προσδοκῶντας ἀπολέεσθαι διὰ τοῦτο , ἀγαγὼν ἐς τὰς Συρηκούσας πολιήτας ἐποίησε · τὸν δὲ δῆμον τῶν Μεγαρέων οὐκ ἐόντα μεταίτιον τοῦ πολέμου τούτου οὐδὲ προσδεκόμενον κακὸν οὐδὲν πείσεσθαι , ἀγαγὼν καὶ τούτους ἐς τὰς Συρηκούσας ἀπέδοτο ἐπʼ ἐξαγωγῇ ἐκ Σικελίης . τὠυτὸ
δὲ τοῦτο καὶ Εὐβοέας τοὺς ἐν Σικελίῃ ἐποίησε διακρίνας . ἐποίεε δὲ ταῦτα τούτους ἀμφοτέρους νομίσας δῆμον εἶναι συνοίκημα ἀχαριτώτατον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.