πρὸς ταῦτα Ἴωνες ἐβουλεύοντο . Μιλτιάδεω μὲν τοῦ Ἀθηναίου , στρατηγέοντος καὶ τυραννεύοντος Χερσονησιτέων τῶν ἐν Ἑλλησπόντῳ , ἦν γνώμη πείθεσθαι Σκύθῃσι καὶ ἐλευθεροῦν Ἰωνίην , Ἱστιαίου
δὲ τοῦ Μιλησίου ἐναντίη ταύτῃ , λέγοντος ὡς νῦν μὲν διὰ Δαρεῖον ἕκαστος αὐτῶν τυραννεύει πόλιος · τῆς Δαρείου δὲ δυνάμιος καταιρεθείσης οὔτε αὐτὸς Μιλησίων οἷος τε ἔσεσθαι ἄρχειν οὔτε ἄλλον οὐδένα οὐδαμῶν · βουλήσεσθαι γὰρ ἑκάστην τῶν πολίων δημοκρατέεσθαι μᾶλλον ἢ τυραννεύεσθαι . Ἰστιαίου
δὲ γνώμην ταύτην ἀποδεικνυμένου αὐτίκα πάντες ἦσαν τετραμμένοι πρὸς ταύτην τὴν γνώμην , πρότερον τὴν Μιλτιάδεω αἱρεόμενοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.