δεῖ δή με πρὸς τούτοισι ἔτι φράσαι ἵνα τε ἐκ τῆς τάφρου ἡ γῆ ἀναισιμώθη , καὶ τὸ τεῖχος ὅντινα τρόπον ἔργαστο . ὀρύσσοντες ἅμα τὴν τάφρον ἐπλίνθευον τὴν γῆν τὴν ἐκ τοῦ ὀρύγματος ἐκφερομένην , ἑλκύσαντες δὲ πλίνθους ἱκανὰς ὤπτησαν αὐτὰς ἐν καμίνοισι ·
μετὰ δὲ τέλματι χρεώμενοι ἀσφάλτῳ θερμῇ καὶ διὰ τριήκοντα δόμων πλίνθου ταρσοὺς καλάμων διαστοιβάζοντες , ἔδειμαν πρῶτα μὲν τῆς τάφου τὰ χείλεα , δευτέρα δὲ αὐτὸ τὸ τεῖχος τὸν αὐτὸν τρόπον . ἐπάνω
δὲ τοῦ τείχεος παρὰ τὰ ἔσχατα οἰκήματα μουνόκωλα ἔδειμαν , τετραμμένα ἐς ἄλληλα · τὸ μέσον δὲ τῶν οἰκημάτων ἔλιπον τεθρίππῳ περιέλασιν . πύλαι δὲ ἐνεστᾶσι πέριξ τοῦ τείχεος ἑκατόν , χάλκεαι πᾶσαι , καὶ σταθμοί τε καὶ ὑπέρθυρα ὡσαύτως . ἔστι
δὲ ἄλλη πόλις ἀπέχουσα ὀκτὼ ἡμερέων ὁδὸν ἀπὸ Βαβυλῶνος · Ἲς οὔνομα αὐτῇ . ἔνθα ἐστὶ ποταμὸς οὐ μέγας · Ἲς καὶ τῷ ποταμῷ τὸ οὔνομα · ἐσβάλλει δὲ οὗτος ἐς τὸν Εὐφρήτην ποταμὸν τὸ ῥέεθρον . οὗτος ὦν ὁ Ἲς ποταμὸς ἅμα τῷ ὕδατι θρόμβους ἀσφάλτου ἀναδιδοῖ πολλούς , ἔνθεν ἡ ἄσφαλτος ἐς τὸ ἐν Βαβυλῶνι τεῖχος ἐκομίσθη .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.