ἐπεὰν δὲ ἐπέλθῃ ὁ Νεῖλος τὴν χώρην , αἱ πόλιες μοῦναι φαίνονται ὑπερέχουσαι , μάλιστά κῃ ἐμφερέες τῇσι ἐν τῷ Αἰγαίῳ πόντῳ νήσοισι · τὰ μὲν γὰρ ἄλλα τῆς Αἰγύπτου πέλαγος γίνεται , αἱ δὲ πόλιες μοῦναι ὑπερέχουσι . πορθμεύονται ὦν , ἐπεὰν τοῦτο γένηται , οὐκέτι κατὰ τὰ ῥέεθρα τοῦ ποταμοῦ ἀλλὰ διὰ μέσου τοῦ πεδίου .
ἐς μέν γε Μέμφιν ἐκ Ναυκράτιος ἀναπλώοντι παρʼ αὐτὰς τὰς πυραμίδας γίνεται ὁ πλόος · ἔστι δὲ οὐδʼ οὗτος , ἀλλὰ παρὰ τὸ ὀξὺ τοῦ Δέλτα καὶ παρὰ Κερκάσωρον πόλιν · ἐς δὲ Ναύκρατιν ἀπὸ θαλάσσης καὶ Κανώβου διὰ πεδίου πλέων ἥξεις κατʼ Ἄνθυλλάν τε πόλιν καὶ τὴν Ἀρχάνδρου καλευμένην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.