καὶ τόδε ἕτερον συνέπεσε γενόμενον , Δήμητρος τεμένεα Ἐλευσινίης παρὰ ἀμφοτέρας τὰς συμβολὰς εἶναι · καὶ γὰρ δὴ ἐν τῇ Πλαταιίδι παρʼ αὐτὸ τὸ Δημήτριον ἐγίνετο , ὡς καὶ πρότερόν μοι εἴρηται , ἡ μάχη , καὶ ἐν Μυκάλῃ ἔμελλε ὡσαύτως ἔσεσθαι .
γεγονέναι δὲ νίκην τῶν μετὰ Παυσανίεω Ἑλλήνων ὀρθῶς σφι ἡ φήμη συνέβαινε ἐλθοῦσα · τὸ μὲν γὰρ ἐν Πλαταιῇσι πρωὶ ἔτι τῆς ἡμέρης ἐγίνετο , τὸ δὲ ἐν Μυκάλῃ περὶ δείλην · ὅτι δὲ τῆς αὐτῆς ἡμέρης συνέβαινε γίνεσθαι μηνός τε τοῦ αὐτοῦ , χρόνῳ οὐ πολλῷ σφι ὕστερον δῆλα ἀναμανθάνουσι ἐγίνετο . ἦν
δὲ ἀρρωδίη σφι , πρὶν τὴν φήμην ἐσαπικέσθαι , οὔτι περὶ σφέων αὐτῶν οὕτω ὡς τῶν Ἑλλήνων , μὴ περὶ Μαρδονίῳ πταίσῃ ἡ Ἑλλάς . ὡς μέντοι ἡ κληδὼν αὕτη σφι ἐσέπτατο , μᾶλλόν , τι καὶ ταχύτερον τὴν πρόσοδον ἐποιεῦντο . οἱ μὲν δὴ Ἕλληνες καὶ οἱ βάρβαροι ἔσπευδον ἐς τὴν μάχην , ὥς σφι καί αἱ νῆσοι καὶ ὁ Ἑλλήσποντος ἄεθλα προέκειτο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.